πένθος χαρωπόν= η βαθιά συναίσθηση και το υπέροχο βίωμα της μακαρίας χαρμολύπης , πού υπάρχει και εγκρύπτεται στην ορθόδοξη πνευματικότητα. Αφορμή ένας στίχος του Ν. Καρούζου, από το ποίημα "απολέλυσαι της ασθενείας σου". Όλοι οι ποιητές , είτε το γνωρίζουν , είτε το αρνούνται,είτε το αγνοούν είναι λίγο πολύ χαρμολυπικοί.Η μακαρία χαρμολύπη όμως εντοπίζεται απόλυτα μόνο στους βιωματικούς μυστικούς της ορθόδοξης πνευματικότητας.

Δευτέρα

από την ποίηση οσίου ιωάννου δαμασκηνού





Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων,
συμπλόοις ποντούμενον ἁμαρτίαις,
καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενον,
ως ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· 
Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε 

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου τῆς χάριτος ἐλθούσης·
ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, 
οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, 
ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν

Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; 
Ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος;
Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· 
 μία ῥοπὴ καὶ ταῦτα πάντα θάνατος διαδέχεται.
 Ἀλλ' ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου,
 καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, 
ὅν ἐξελέξω ἀνάπαυσον ὡς φιλανθρωπος.

...Ὅτι ὑπὲρ τὸν ἄσωτον ἀσώτως ἐβίωσα,
ὅτι ὑπὲρ τὸν μυρία τάλαντα χρεωφειλέτης Σου γέγονα,
ὅτι ὑπὲρ τὸν Τελώνην κακῶς ἐτελώνησα,
ὅτι ὑπὲρ τὸν Ληστήν ἐμαυτόν ἐθανάτωσα,
ὅτι ὑπὲρ τὴν Πόρνην ἐγώ ὁ φιλόπορνος ἔπραξα,
ὅτι ὑπὲρ τοὺς Νινευΐτας ἀμετανόητα ἐπλημμέλησα,
ὅτι ὑπὲρ τὸν Μανασσῆν «ὑπερῆραν τὴν κεφαλήν μου αἱ ἀνομίαι μου καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ καὶ ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους»·

ὅτι τὸ Πνεῦμα Σου τὸ ἅγιον ἐλύπησα,
ὅτι τῶν ἐντολῶν Σου παρήκουσα,
ὅτι τὸν πλοῦτόν Σου διεσκόρπισα,
ὅτι τὴν χάριν Σου ἐβεβήλωσα,
ὅτι τὸν ἀρραβῶνα, ὅν μοι δέδωκας, ἐν ἀνομίαις ἀνήλωσα,
ὅτι τὸ τίμιον κατ' εἰκόνα Σου, τὴν ψυχήν μου, ἐμόλυνα,
ὅτι τὸν χρόνον, ὅν μοι δέδωκας εἰς μετάνοιαν, μετὰ τῶν ἐχθρῶν Σου ἐβίωσα,
ὅτι οὐδεμίαν ἐντολήν Σου ἐφύλαξα,
ὅτι τὸν χιτῶνά μου κατερρύπωσα, ὅν με ἐνέδυσας,
ὅτι τοῦ ὀρθοῦ λόγου τὴν λαμπάδα ἀπέσβεσα,
ὅτι τὸ πρόσωπόν μου, ὅ ἐφαίδρυνας, ἐν ἁμαρτίαις ἠχρείωσα,
ὅτι τοὺς ὀφθαλμούς μου, οὕς ἐφώτισας, ἑκουσίως ἐτύφλωσα,
ὅτι τὰ χείλη μου, ἅπερ πολλάκις τοῖς θείοις Σου μυστηρίοις ἡγίασας, αἰσχύναις ἐμόλυνα.

Καί οἶδα ὅτι πάντως τῷ φοβερῷ Σου βήματι παραστήσομαι ὡς κατάδικος ὁ παμμίαρος.
Οἶδα ὅτι πάντα τότε τὰ πεπραγμένα μοι ἐλεγχθήσονται καὶ οὐκ ἀποκρυβήσεται οὐδὲν παρὰ Σοί...



Δεν υπάρχουν σχόλια: