
Λαμπρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, λαμπροτέρα δὲ Σωτὴρ
ἡ ἐπερχομένη.
Ἐκείνη Ἄγγελον ἔσχεν εὐαγγελιστήν, καὶ αὓτη Πρόδρομον
εὗρε προετοιμαστήν.
Ἐν ἐκείνῃ, αἱμάτων ἐκχεομένων, ὡς ἄτεκνος ὠδύρετο ἡ
Βηθλεέμ,
ἐν ταύτῃ, ὑδάτων εὐλογουμένων, πολύτεκνος γνωρίζεται ἡ
Κολυμβήθρα.
Τότε Ἀστὴρ τοὺς Μάγους ἐμήνυσε, νῦν δὲ Πατὴρ κόσμῳ σε
ὑπέδειξεν,
ὁ σαρκωθείς, καὶ πάλιν ἐρχόμενος ἐμφανῶς, Κύριε δόξα σοι.
από την υμνολογία της β΄ιανουαρίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου