ο βύθιος δράκων, από αγγλικό ψαλτήριον ιβ΄αιω. |
Ἔκτεινόν σου τὴν χεῖρα,
ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες,
καὶ ῾Εβραῖοι πολεμούμενοι·
μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος,
ὁ
διψῶν ἡμᾶς,
καὶ σατὰν ὁ μισῶν ἡμᾶς·
ἀλλ᾿ ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν
ψυχῶν ἡμῶν,
ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι
ἀπαύστως
ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον,
καὶ ἐκ ταύτης
κραυγαζόντων σοι·
Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων,
εἰς τὴν
βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Οίκος του Κοντακίου των τριών παίδων και του προφήτη Δανιήλ, πού βρίσκεται στο μηναίο του Δεκεμβρίου (ιζ΄)
Άγιος Ρωμανός ο Μελωδός
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου