Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου,
ἦλθες Κύριε, μορφὴν δούλου λαβών,
Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν.
Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν,
σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων·
πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην;
ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου