θεοτόκος του Βλαντιμίρ |
Παρθενικὴ πανήγυρις σήμερον,
ἀδελφοί·
σκιρτάτω
ἡ κτίσις,
χορευέτω ἡ ἀνθρωπότης·
συνεκάλεσε γὰρ ἡμᾶς
ἡ ἁγία Θεοτόκος,
τὸ ἀμόλυντον κειμήλιον
τῆς παρθενίας,
ὁ
λογικὸς τοῦ δευτέρου
Ἀδὰμ Παράδεισος,
τὸ ἐργαστήριον τῆς
ἑνώσεως τῶν
δύο φύσεων,
ἡ
πανήγυρις τοῦ σωτηρίου
συναλλάγματος,
ἡ παστάς,
ἐν ᾗ ὁ Λόγος
ἐνυμφεύσατο τὴν
σάρκα,
ἡ ὄντως κούφη
νεφέλη, ἡ τὸν
ἐπὶ τῶν
Χερουβεὶμ μετὰ σώματος
βαστάσασα.
Ταῖς
αὐτῆς ἱκεσίαις,
Χριστὲ ὁ Θεός,
σῶσον τὰς ψυχὰς
ἡμῶν.
δογματικό θεοτοκίο του αγ. Ιωάννου Δαμασκηνού, που ψάλλεται στον μικρό εσπερινό της Κυριακής του α΄ ήχου
πηγη εικονας
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου