πένθος χαρωπόν= η βαθιά συναίσθηση και το υπέροχο βίωμα της μακαρίας χαρμολύπης , πού υπάρχει και εγκρύπτεται στην ορθόδοξη πνευματικότητα. Αφορμή ένας στίχος του Ν. Καρούζου, από το ποίημα "απολέλυσαι της ασθενείας σου". Όλοι οι ποιητές , είτε το γνωρίζουν , είτε το αρνούνται,είτε το αγνοούν είναι λίγο πολύ χαρμολυπικοί.Η μακαρία χαρμολύπη όμως εντοπίζεται απόλυτα μόνο στους βιωματικούς μυστικούς της ορθόδοξης πνευματικότητας.
Εμφάνιση αναρτήσεων με ετικέτα σπουδή στους ύμνους του τριωδίου. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα σπουδή στους ύμνους του τριωδίου. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη

...από τις καταβασίες των Βαΐων...


 

Τὴν Σιὼν ἐπ' ὄρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν

Δευτέρα

...ἑβδελυγμένον λογιοῦνται ὡς νεκρόν...



 
ελκόμενος,μονεμβασία



Κύριε, ἐρχόμενος πρὸς τὸ Πάθος, 


τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες,

 κατ΄ ἰδίαν παραλαβὼν αὐτούς. 


Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, 


ὅτι Προφήτην πάντα οὐ γέγραπται εἰμὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι; 


Νὺν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν· 


ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι,

 οἳ καὶ σταυρῷ με προσπήξαντες, ταφῇ παραδόντες, 

ἑβδελυγμένον λογιοῦνται ὡς νεκρόν· 

ὅμως θαρσεῖτε· 

τριήμερος γὰρ ἐγείρομαι 

εἰς ἀγαλλίασιν πιστῶν καὶ ζωήν τὴν αἰώνιον



ύμνος μεγ. δευτέρας

Πέμπτη

εσπέρια της τυρινής

 




Ὁ πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με, ζωηρῷ φυσήματι, ψυχώσας ἐζώωσε καὶ ἐτίμησεν, ἐπὶ γῆς ἄρχοντα, ὁρατῶν ἁπάντων, καὶ Ἀγγέλοις ὁμοδίαιτον. Σατὰν δ΄ ὁ δόλιος, ὀργάνῳ τῷ ὄφει χρησάμενος, ἐν βρώσει ἐδελέασε, καὶ Θεοῦ τῆς δόξης ἐχώρισε, καὶ τῷ κατωτάτῳ, θανάτῳ παραδέδωκεν εἰς γῆν. Ἀλλ' ὡς Δεσπότης καὶ εὔσπλαγχνος, πάλιν ἀνακάλεσαι.
 
Στολὴν θεοΰφαντον, ἀπεξεδύθην ὁ τάλας, σοῦ τὸ θεῖον πρόσταγμα, παρακούσας Κύριε, συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δέ, καί τοὺς δερματίνους, νῦν χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι· ἄρτον μοχθηρὸν κατεσθίειν γάρ, ἀκάνθας καὶ τριβόλους δέ, φέρειν μοι ἡ γῆ κεκατήραται. Ἀλλ' ὁ ἐν ὑστέροις, τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς, ἀνακαλέσας εἰσάγαγε, πάλιν εἰς Παράδεισον.
 
Παράδεισε πάντιμε, τὸ ὡραιότατον κάλλος, θεόκτιστον σκήνωμα, εὐφροσύνη ἄληκτε, καὶ ἀπόλαυσις, δόξα τῶν Δικαίων, Προφητῶν τερπνότης, καὶ Ἁγίων οἰκητήριον, ἤχῳ τῶν φύλλων σου, Πλάστην τὸν τῶν ὅλων ἱκέτευε, τὰς πύλας ὑπανοῖξαί μοι, ἃς τῇ παραβάσει ἀπέκλεισα· καὶ ἀξιωθῆναι, τοῦ ξύλου τῆς ζωῆς μεταλαβεῖν, καὶ τῆς χαρᾶς, ἧς τὸ πρότερον, ἐν σοὶ κατετρύφησα. 


εσπέρια της τυρινής

Σάββατο

εις αναμάρτητον χώραν




Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηράν,
ἐπιστεύθην,

γεωσπορήσας τὴν ἁμαρτίαν,
τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας,

καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας,
ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. 



Ἀλλ' αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν,
τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας 
ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου 


καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, 
εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην 

καὶ σῶσόν με.




από τα εσπέρια της Κυριακής του Ασώτου

Τετάρτη

ο οίκος του κοντακίου





Τὸ τοῦ Χριστοῦ ἰατρεῖον βλέπων ἀνεῳγμένον,

καὶ τὴν ἐκ τούτου τῷ Ἀδὰμ πηγάζουσαν ὑγείαν, 

ἔπαθεν, ἐπλήγη ὁ διάβολος, καὶ ὡς κινδυνεύων ὠδύρετο, 

καὶ τοῖς αὐτοῦ φίλοις ἀνεβόησε· 

τί ποιήσω τῷ Υἱῷ τῆς Μαρίας; 

κτείνει με ὁ Βηθλεεμίτης,

ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν



ρωμανού , ο οίκος του κοντακίου της ημέρας 




πηγη εικονος

Δευτέρα

Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις




Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις 

ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ· 

ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ,
ἀλλ' ὅσοι τοὺς θησαυρούς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. 

Ταῦτα καὶ Δαυῒδ ὁ Προφήτης διδάσκει λέγων·

Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, 

ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν ὃς οὐ μὴ προσκόψῃ, 

ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται 

ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν, 

καὶ δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια. 


δοξαστικόν αίνων της ε΄κυριακής των νηστειών

Τετάρτη

... με την χαρά του Αβραάμ πού κατεβαίνει το βουνό...






Τῆς Νηστείας τὴν ὁδὸν μεσάσαντες,

τὴν ἄγουσαν ἐπὶ τὸν Σταυρόν σου τὸν τίμιον,

τὴν σὴν ἡμέραν ἰδεῖν, ἣν εἶδεν Ἀβραὰμ καὶ ἐχάρη,

ὡς ἐκ τάφου τοῦ βουνοῦ, 

ζῶντα λαβὼν τὸν Ἰσαάκ, 

εὐδόκησον καὶ ἡμᾶς, πίστει ῥυσθέντας τοῦ ἐχθροῦ, 

καὶ Δείπνου μετασχεῖν τοῦ μυστικοῦ,

ἐν εἰρήνῃ κράζοντας· ὁ φωτισμὸς 


καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι

Κυριακή

...ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον...





Κοντάκιον Ήχος Βαρύς Αυτόμελον
Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ· Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

Ὁ Οἶκος
Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλᾶτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.

Δευτέρα

...τεσσαρακοστή...




Γυμνός εἰμι τοῦ Νυμφῶνος, γυμνός εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου, ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι, τὸ δεῖπνον ἐβρώθη· ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἀπέρριμμαι.

Γυμνός είμαι από νυφικά ρούχα , γυμνός και δεν μπορώ να έρθω στον Γάμο σου και στο γαμήλιο δείπνο. η λαμπάδα μου δεν είχε λάδι και σβήστηκε, η θύρα για το νυφικό κρεβάτι κλείστηκε ενώ κοιμόμουν, και το δείπνο φαγώθηκε. Και εγώ δεμένος χειροπόδαρα πετάχτηκα έξω.
 
 
 
 
 
 
 
 
 
από τον Μεγάλο Κανόνα, ποίημα Ανδρέου οσίου επισκόπου Κρήτης

Σάββατο

...τῇ βασιλίδι τῶν ἀρετῶν...







Προκαθάρωμεν ἑαυτούς, ἀδελφοί, 
τῇ βασιλίδι τῶν ἀρετῶν·

 ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον ἡμῖν ἀγαθῶν κομίζουσα, 

τῶν παθῶν κατευνάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλλάττει τοὺς πταίσαντας·


 διὸ μετ' εὐφροσύνης ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ Θεῷ,

ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρίτους ἡμᾶς διαφύλαξον, 

δοξολογοῦντάς σε τὸν μόνον ἀναμάρτητον.

Πάτερ αγαθέ...





Πάτερ αγαθέ, εμακρύνθην από σου μη εγκαταλίπης με,

μηδέ αχρείον δείξης της βασιλείας σου· 

ο εχθρός ο παμπόνηρος εγύμνωσέ με, και ήρε μου τον πλούτον· 


της ψυχής τα χαρίσματα ασώτως διεσκόρπισα, 


αναστάς ουν, επιστρέψας προς σε εκβοώ· 

Ποίησόν με ως ένα των μισθίων σου, 

ο δι' εμέ εν Σταυρώ τας αχράντους σου χείρας απλώσας,

ίνα του δεινού θηρός αφαρπάσης με,

και την πρώτην καταστολήν επενδύσης με, ως μόνος πολυέλεος.