της μεγάλης βουλής ο άγγελος |
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ,
ἐκ τῆς Παρθένου ἀνεβλάστησας·
ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος
ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου,
ὁ ἄϋλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου Κύριε».
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον,
εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν·
ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες,
ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».
«Νεῦσον πρὸς ὕμνους οἰκετῶν
Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην
ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον
Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος
χορός,
Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ
τρόπῳ.
Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,
Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου
Κόρης,
Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ' ἐπ'
ἐσχάτων
Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,
Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ
πρωτόκτιστον.
έργον Κοσμά Ποιητού, τα ιαμβικά Ιωάννου Δαμασκηνού
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου