Τὴν πεντάχορδον λύραν, καὶ πεντάφωτον λυχνίαν,
τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοὺς θεοφόρους Μάρτυρας,
φερωνύμως ὑμνήσωμεν, καὶ εὐσεβῶς ἐγκωμιάσωμεν·
Χαίροις, ὁ καλῶς ὑπὸ Θεοῦ στρατευθείς, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ,
καὶ τῷ στρατολογήσαντι ἀρέσας, ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε θεόσοφε.
Χαίροις, ὁ τὸ τάλαντον, τὸ ἐκ Θεοῦ σοι πιστευθέν, ἐπαυξήσας εἰς πλῆθος, Αὐξέντιε Μακάριε.
Χαίροις, ὁ τερπνότατος ὄρπηξ, τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε θεόφρον·
Χαίροις, ὁ ὡραῖος τῇ μορφῇ, τῇ δὲ γνώμῃ ὑπέρκαλος, καὶ ἀμφοτεροδέξιος, ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα.
Χαίροις, ὁ στίλβων καὶ διαυγὴς μαργαρίτης, ὁ τάς βασάνους τὰς πικράς, χαρμονικῶς ὑπομείνας, Μαρδάριε ἀήττητε.
Χαίροις, ὁ ἰσάριθμος χορὸς τῶν φρονίμων Παρθένων,
οὓς καθικετεύομεν, πάσης ὀργῆς καὶ θλίψεως λυτρώσασθαι,
καὶ τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι,
τοὺς τὴν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας.
δοξαστικόν αίνων των αγίων Ευστρατίου και συν αυτώ, ιγ΄δεκεμβρίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου