Τῶν ἁγίων Πατέρων ὁ χορός,
ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών,
Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου,
μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ
τὸ μυστήριον τῆς θεολογίας, τρανῶς περέδωκε
τῇ Ἐκκλησίᾳ. Οὓς εὐφημούντες ἐν
πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή,
θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες
πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς
Σιών, οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα
ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ
Λόγου. Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα,
ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
αγίου Γεωργίου Νικομηδείας
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου