Σιγησάτω πᾶσα σὰρξ βροτεία
καὶ στήτω μετὰ φόβου και τρόμου
καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λογιζέσθω
ὁ γὰρ Βασιλεὺς τῶν Βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων
προσέρχεται σφαγιασθῆναι καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς
προηγοῦνται δὲ τούτου οἱ Χοροὶ τῶν Ἀγγέλων
μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας
τὰ πολυόμματα Χερουβεὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφεὶμ
τὰς ὄψεις καλύπτοντα καὶ βοῶντα τὸν ὕμνον
Ἀλληλούϊα.
ψάλλεται στη Λειτουργία του Μεγάλου Σαββάτου και στη Λειτουργία του Αγίου Ιακώβου του Αδελφοθέου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου