Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ,
ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τάς κόρας,
ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον·
οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα·
τὸ πρὸς πρωῒ πρωΐ, δι᾽ αὐτὸν ἐγεννήθη·
δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται·
εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν·
ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς Ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.
οίκος κοντακίου της β΄των φώτων, ποίημα ρωμανού
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου