Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω
ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ
σωθήσομαι; τίνα θερμὴν ἔξω βοηθόν, θλίψεσι τοῦ
βίου καὶ ζάλαις οἴμοι! κλονούμενος; Εἰς σὲ
μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι,
καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.
Τὸν ποταμόν, τὸν γλυκερόν τοῦ
ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα,
τὴν παναθλίαν καὶ ταπεινήν, πάναγνε ψυχήν
μου, τῶν συμφορῶν καί τῶν θλίψεων, καμίνῳ
φλογισθεῖσαν, μεγαλύνω κηρύττω, καὶ προστρέχω τῇ
σκέπῃ σου σῶσον με.
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι,
ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν
κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλίψεων· ἀλλ' εὕροιμί σε βοηθόν,
καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.
ποίημα Θεοδώρου Β΄Λασκάρεως του Βασιλέως
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου